Add parallel Print Page Options

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν [a]λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν [b]αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, [c]λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος [d]γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν [e]ἡ γυνή. 28 ἐν τῇ [f]ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε [g]γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι [h]θεοῦ ἐν [i]τῷ οὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [j]ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων [k]αὐτόν· 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 [l]δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ [m]τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ [n]τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν [o]ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39 Δευτέρα [p]δὲ ὁμοία [q]αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος [r]κρέμαται καὶ οἱ προφῆται.

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι [s]καλεῖ αὐτὸν κύριον λέγων· 44 [t]Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου [u]ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο [v]ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:16 λέγοντες NIV RP ] λέγοντας WH Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:21 αὐτῷ Treg NIV RP ] WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:23 λέγοντες WH Treg NIV ] οἱ λέγοντες RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:25 γήμας WH Treg NIV ] γαμήσας RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:27 WH NIV ] καὶ ἡ Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:28 ἀναστάσει οὖν WH Treg NIV ] οὖν ἀναστάσει RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 γαμίζονται WH Treg NIV ] ἐκγαμίζονται RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 θεοῦ Holmes ] τοῦ θεοῦ RP; WH Treg NIV
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 τῷ WH Treg NIV ] RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:32 ὁ θεὸς WH Treg NIV ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:35 αὐτόν WH Treg NIV ] + καὶ λέγων RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ Treg NIV ] WH RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:37 *τῇ WH Treg NIV ] RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:38 ἡ μεγάλη καὶ πρώτη WH Treg NIV ] πρώτη καὶ μεγάλη RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 δὲ Treg NIV RP ] WH
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:39 αὐτῇ Treg NIV RP ] αὕτη WH
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:40 κρέμαται καὶ οἱ προφῆται WH Treg NIV ] καὶ οἱ προφῆται κρέμανται RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:43 καλεῖ αὐτὸν κύριον WH Treg NIV ] κύριον αὐτὸν καλεῖ RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 Εἶπεν WH Treg NIV ] + ὁ RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:44 ὑποκάτω WH Treg NIV ] ὑποπόδιον RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:46 ἀποκριθῆναι αὐτῷ WH Treg NIV ] αὐτῷ ἀποκριθῆναι RP